Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.36.4 | Hdt. 2.37.3 (English) | >>Hdt. 2.38.2 |
2.37.1
θεοσεβέες δὲ περισσῶς ἐόντες μάλιστα πάντων ἀνθρώπων νόμοισι τοιοισίδε χρέωνται . ἐκ χαλκέων ποτηρίων πίνουσι , διασμῶντες ἀνὰ πᾶσαν ἡμέρην , οὐκ ὁ μὲν ὁ δʼ οὔ , ἀλλὰ πάντες .
2.37.2 εἵματα δὲ λίνεα φορέουσι αἰεὶ νεόπλυτα , ἐπιτηδεύοντες τοῦτο μάλιστα , τά τε αἰδοῖα περιτάμνονται καθαρειότητος εἵνεκεν , προτιμῶντες καθαροὶ εἶναι ἢ εὐπρεπέστεροι . οἱ δὲ ἱρέες ξυρῶνται πᾶν τὸ σῶμα διὰ τρίτης ἡμέρης , ἵνα μήτε φθεὶρ μήτε ἄλλο μυσαρὸν μηδὲν ἐγγίνηταί σφι θεραπεύουσι τοὺς θεούς .
2.37.3 ἐσθῆτα δὲ φορέουσι οἱ ἱρέες λινέην μούνην καὶ ὑποδήματα βύβλινα · ἄλλην δέ σφι ἐσθῆτα οὐκ ἔξεστι λαβεῖν οὐδὲ ὑποδήματα ἄλλα . λοῦνται δὲ δὶς τῆς ἡμέρης ἑκάστης ψυχρῷ καὶ δὶς ἑκάστης νυκτός , ἄλλας τε θρησκηίας ἐπιτελέουσι μυρίας ὡς εἰπεῖν λόγῳ .
2.37.4 πάσχουσι δὲ καὶ ἀγαθὰ οὐκ ὀλίγα · οὔτε τι γὰρ τῶν οἰκηίων τρίβουσι οὔτε δαπανῶνται , ἀλλὰ καὶ σιτία σφι ἐστὶ ἱρὰ πεσσόμενα , καὶ κρεῶν βοέων καὶ χηνέων πλῆθός τι ἑκάστῳ γίνεται πολλὸν ἡμέρης ἑκάστης , δίδοται δέ σφι καὶ οἶνος ἀμπέλινος · ἰχθύων δὲ οὔ σφι ἔξεστι πάσασθαι .
2.37.5 κυάμους δὲ οὔτε τι μάλα σπείρουσι Αἰγύπτιοι ἐν τῇ χώρῃ , τούς τε γινομένους οὔτε τρώγουσι οὔτε ἕψοντες πατέονται , οἱ δὲ δὴ ἱρέες οὐδὲ ὁρέοντες ἀνέχονται , νομίζοντες οὐ καθαρὸν εἶναί μιν ὄσπριον . ἱρᾶται δὲ οὐκ εἷς ἑκάστου τῶν θεῶν ἀλλὰ πολλοί , τῶν εἷς ἐστι ἀρχιερεύς · ἐπεὰν δέ τις ἀποθάνῃ , τούτου ὁ παῖς ἀντικατίσταται .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.36.4 | Hdt. 2.37.3 (English) | >>Hdt. 2.38.2 |